Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.336 Joseph. AJ 15.342 (English) >>Joseph. AJ 15.346

15.340τὰ δʼ ὑπʼ αὐτὴν ὑπόνομοί τε καὶ λαῦραι πραγματείαν οὐκ ἐλάττω τῶν ὑπερῳκοδομημένων ἔχουσαι. τούτων αἱ μὲν κατὰ σύμμετρα διαστήματα φέρουσιν εἰς τὸν λιμένα καὶ τὴν θάλατταν, μία δʼ ἐγκαρσία πάσας ὑπέζωκεν, ὡς τούς τε ὄμβρους εὐμαρῶς καὶ τὰ λύματα τῶν οἰκητόρων συνεκδίδοσθαι τήν τε θάλατταν, ὅταν ἔξωθεν ἐπείγηται, διαρρεῖν καὶ τὴν σύμπασαν ὑποκλύζειν πόλιν. 15.341κατεσκεύαζεν δʼ ἐν αὐτῇ καὶ θέατρον καὶ πρὸς τῷ νοτίῳ τοῦ λιμένος ὄπισθεν ἀμφιθέατρον πολὺν ὄχλον ἀνθρώπων δέχεσθαι δυνάμενον καὶ κείμενον ἐπιτηδείως ἀποπτεύειν εἰς τὴν θάλασσαν. μὲν δὴ πόλις οὕτως ἐξετελέσθη δωδεκαετεῖ χρόνῳ καὶ ταῖς ἐργασίαις οὐκ ἐγκαμόντος καὶ ταῖς δαπάναις ἐπαρκέσαντος τοῦ βασιλέως. 15.342

Ἐπὶ τοιούτοις δὲ ὢν καὶ τῆς Σεβαστῆς ἤδη πεπολισμένης ἔγνω τοὺς παῖδας αὐτοῦ πέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον, συντευξομένους Καίσαρι. 15.343τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι· καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας· καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν· ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.336 Joseph. AJ 15.342 (English) >>Joseph. AJ 15.346

Powered by PhiloLogic